Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26 Dem. 27 (English) >>Dem. 28

Κατὰ Ἀφόβου Ἐπιτροπῆς Α

27.1εἰ μὲν ἐβούλετʼ Ἄφοβος, ἄνδρες δικασταί, τὰ δίκαια ποιεῖν περὶ ὧν διεφερόμεθα τοῖς οἰκείοις ἐπιτρέπειν, οὐδὲν ἂν ἔδει δικῶν οὐδὲ πραγμάτων· ἀπέχρη γὰρ ἂν τοῖς ὑπʼ ἐκείνων γνωσθεῖσιν ἐμμένειν, ὥστε μηδεμίαν ἡμῖν εἶναι πρὸς τοῦτον διαφοράν. ἐπειδὴ δʼ οὗτος τοὺς μὲν σαφῶς εἰδότας τὰ ἡμέτερʼ ἔφυγε μηδὲν διαγνῶναι περὶ αὐτῶν, εἰς δʼ ὑμᾶς τοὺς οὐδὲν τῶν ἡμετέρων ἀκριβῶς ἐπισταμένους ἐλήλυθεν, ἀνάγκη ἐστὶν ἐν ὑμῖν παρʼ αὐτοῦ πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. 27.2οἶδα μὲν οὖν, ἄνδρες δικασταί, ὅτι πρὸς ἄνδρας καὶ λέγειν ἱκανοὺς καὶ παρασκευάσασθαι δυναμένους χαλεπόν ἐστιν εἰς ἀγῶνα καθίστασθαι περὶ τῶν ὄντων ἁπάντων, ἄπειρον ὄντα παντάπασι πραγμάτων διὰ τὴν ἡλικίαν· ὅμως δέ, καίπερ πολὺ τούτων καταδεέστερος ὤν, πολλὰς ἐλπίδας ἔχω καὶ παρʼ ὑμῖν τεύξεσθαι τῶν δικαίων καὶ μέχρι γε τοῦ τὰ γεγενημένα διεξελθεῖν καὶ αὐτὸς ἀρκούντως ἐρεῖν, ὥσθʼ ὑμᾶς μήτʼ ἀπολειφθῆναι τῶν πραγμάτων μηδὲ καθʼ ἓν μήτʼ ἀγνοῆσαι περὶ ὧν δεήσει τὴν ψῆφον ἐνεγκεῖν. 27.3δέομαι δʼ ὑμῶν, ἄνδρες δικασταί, μετʼ εὐνοίας τέ μου ἀκοῦσαι, κἂν ἠδικῆσθαι δοκῶ, βοηθῆσαί μοι τὰ δίκαια. ποιήσομαι δʼ ὡς ἂν δύνωμαι διὰ βραχυτάτων τοὺς λόγους. ὅθεν οὖν ῥᾷστα μαθήσεσθε περὶ αὐτῶν, ἐντεῦθεν ὑμᾶς καὶ ἐγὼ πρῶτον πειράσομαι διδάσκειν.

27.4Δημοσθένης γὰρ οὑμὸς πατήρ, ἄνδρες δικασταί, κατέλιπεν οὐσίαν μὲν σχεδὸν τεττάρων καὶ δέκα ταλάντων, ἐμὲ δʼ ἕπτʼ ἐτῶν ὄντα καὶ τὴν ἀδελφὴν πέντε, ἔτι δὲ τὴν ἡμετέραν μητέρα πεντήκοντα μνᾶς εἰς τὸν οἶκον εἰσενηνεγμένην. βουλευσάμενος δὲ περὶ ἡμῶν, ὅτʼ ἔμελλε τελευτᾶν, ἅπαντα ταῦτʼ ἐνεχείρισεν Ἀφόβῳ τε τουτῳὶ καὶ Δημοφῶντι τῷ Δήμωνος υἱεῖ, τούτοιν μὲν ἀδελφιδοῖν ὄντοιν, τῷ μὲν ἐξ ἀδελφοῦ, τῷ δʼ ἐξ ἀδελφῆς γεγονότοιν, ἔτι δὲ Θηριππίδῃ τῷ Παιανιεῖ, γένει μὲν οὐδὲν προσήκοντι, φίλῳ δʼ ἐκ παιδὸς ὑπάρχοντι. 27.5κἀκείνῳ μὲν ἔδωκεν ἐκ τῶν ἐμῶν ἑβδομήκοντα μνᾶς καρπώσασθαι τοσοῦτον χρόνον, ἕως ἐγὼ ἀνὴρ εἶναι δοκιμασθείην, ὅπως μὴ διʼ ἐπιθυμίαν χρημάτων χεῖρόν τι τῶν ἐμῶν διοικήσειεν· Δημοφῶντι δὲ τὴν ἐμὴν ἀδελφὴν καὶ δύο τάλαντʼ εὐθὺς ἔδωκεν ἔχειν, αὐτῷ δὲ τούτῳ τὴν μητέρα τὴν ἐμὴν καὶ προῖκʼ ὀγδοήκοντα μνᾶς, καὶ τὴν οἰκίαν <οἰκεῖν> καὶ σκεύεσι χρῆσθαι τοῖς ἐμοῖς, ἡγούμενος, καὶ τούτους ἔτʼ οἰκειοτέρους εἴ μοι ποιήσειεν, οὐκ ἂν χεῖρόν μʼ ἐπιτροπευθῆναι ταύτης τῆς οἰκειότητος προσγενομένης. 27.6λαβόντες δʼ οὗτοι ταῦτα πρῶτον σφίσιν αὐτοῖς ἐκ τῶν χρημάτων, καὶ τὴν ἄλλην οὐσίαν ἅπασαν διαχειρίσαντες, καὶ δέκʼ ἔτη ἡμᾶς ἐπιτροπεύσαντες, τὰ μὲν ἄλλα πάντʼ ἀπεστερήκασιν, τὴν οἰκίαν δὲ καὶ ἀνδράποδα τέτταρα καὶ δέκα καὶ ἀργυρίου μνᾶς τριάκοντα, μάλιστα σύμπαντα ταῦτʼ εἰς ἑβδομήκοντα μνᾶς παραδεδώκασι. 27.7καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατʼ εἴποι τις, τοῦτʼ ἔστιν, ἄνδρες δικασταί· τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτʼ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν· εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματʼ εἰσέφερον· δεῖ δὲ καὶ καθʼ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τʼ ἐνεργὰ αὐτῶν καὶ ὅσʼ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξιʼ ἕκαστα. ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτʼ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον οὗτοι τὰ ἡμέτερα διηρπάκασιν. 27.8πρῶτον μὲν οὖν ὡς συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ ταύτην τὴν εἰσφορὰν εἰς τὴν συμμορίαν, παρέξομαι τούτων μάρτυρας, ἔπειθʼ ὅτι οὐ πένητα κατέλιπέν μʼ πατὴρ οὐδʼ ἑβδομήκοντα μνῶν οὐσίαν κεκτημένον, ἀλλὰ τοσαύτην ὅσην οὐδʼ αὐτοὶ οὗτοι ἀποκρύψασθαι διὰ τὸ μέγεθος πρὸς τὴν πόλιν ἐδυνήθησαν. καί μοι ἀναγίγνωσκε λαβὼν ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

27.9δῆλον μὲν τοίνυν καὶ ἐκ τούτων ἐστὶν τὸ πλῆθος τῆς οὐσίας. πεντεκαίδεκα ταλάντων γὰρ τρία τάλαντα τίμημα· ταύτην ἠξίουν εἰσφέρειν τὴν εἰσφοράν. ἔτι δʼ ἀκριβέστερον εἴσεσθε τὴν οὐσίαν αὐτὴν ἀκούσαντες· γὰρ πατήρ, ἄνδρες δικασταί, κατέλιπεν δύʼ ἐργαστήρια, τέχνης οὐ μικρᾶς ἑκάτερον, μαχαιροποιοὺς μὲν τριάκοντα καὶ δύʼ τρεῖς, ἀνὰ πέντε μνᾶς καὶ ἕξ, τοὺς δʼ οὐκ ἐλάττονος τριῶν μνῶν ἀξίους, ἀφʼ ὧν τριάκοντα μνᾶς ἀτελεῖς ἐλάμβανεν τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον, κλινοποιοὺς δʼ εἴκοσι τὸν ἀριθμόν, τετταράκοντα μνῶν ὑποκειμένους, οἳ δώδεκα μνᾶς ἀτελεῖς αὐτῷ προσέφερον, ἀργυρίου δʼ εἰς τάλαντον ἐπὶ δραχμῇ δεδανεισμένου, οὗ τόκος ἐγίγνετο τοῦ ἐνιαυτοῦ ἑκάστου πλεῖν ἑπτὰ μναῖ. 27.10καὶ ταῦτα μὲν ἐνεργὰ κατέλιπεν, ὡς καὶ αὐτοὶ οὗτοι ὁμολογήσουσιν· ὧν γίγνεται τοῦ μὲν ἀρχαίου κεφάλαιον τέτταρα τάλαντα καὶ πεντακισχίλιαι, τὸ δʼ ἔργον αὐτῶν πεντήκοντα μναῖ τοῦ ἐνιαυτοῦ ἑκάστου. χωρὶς δὲ τούτων ἐλέφαντα μὲν καὶ σίδηρον, ὃν κατηργάζοντο, καὶ ξύλα κλίνειʼ εἰς ὀγδοήκοντα μνᾶς ἄξια, κηκῖδα δὲ καὶ χαλκὸν ἑβδομήκοντα μνῶν ἐωνημένα, ἔτι δʼ οἰκίαν τρισχιλίων, ἔπιπλα δὲ καὶ ἐκπώματα καὶ χρυσία καὶ ἱμάτια, τὸν κόσμον τῆς μητρός, ἄξια σύμπαντα ταῦτʼ εἰς μυρίας δραχμάς, ἀργυρίου δʼ ἔνδον ὀγδοήκοντα μνᾶς. 27.11καὶ ταῦτα μὲν οἴκοι κατέλιπεν πάντα, ναυτικὰ δʼ ἑβδομήκοντα μνᾶς, ἔκδοσιν παρὰ Ξούθῳ, τετρακοσίας δὲ καὶ δισχιλίας ἐπὶ τῇ τραπέζῃ τῇ Πασίωνος, ἑξακοσίας δʼ ἐπὶ τῇ Πυλάδου, παρὰ Δημομέλει δὲ τῷ Δήμωνος υἱεῖ χιλίας καὶ ἑξακοσίας, κατὰ διακοσίας δὲ καὶ τριακοσίας ὁμοῦ τι τάλαντον διακεχρημένον. καὶ τούτων αὖ τῶν χρημάτων τὸ κεφάλαιον πλέον ὀκτὼ τάλαντα καὶ πεντήκοντα μναῖ γίγνονται. συμπάντων δʼ εἰς τέτταρα καὶ δέκα τάλανθʼ εὑρήσετε σκοποῦντες.

27.12καὶ τὸ μὲν πλῆθος τῆς οὐσίας τοῦτʼ ἦν τὸ καταλειφθέν, ἄνδρες δικασταί. ὅσα δʼ αὐτῆς διακέκλεπται καὶ ὅσʼ ἰδίᾳ ἕκαστος εἴληφεν καὶ ὁπόσα κοινῇ πάντες ἀποστεροῦσιν, οὐκ ἐνδέχεται πρὸς ταὐτὸ ὕδωρ εἰπεῖν, ἀλλʼ ἀνάγκη χωρὶς ἕκαστον διελεῖν ἐστίν. μὲν οὖν Δημοφῶν Θηριππίδης ἔχουσι τῶν ἐμῶν, τότʼ ἐξαρκέσει περὶ αὐτῶν εἰπεῖν, ὅταν κατʼ αὐτῶν τὰς γραφὰς ἀπενέγκωμεν· δὲ τοῦτον ἔχοντʼ ἐξελέγχουσιν ἐκεῖνοι καὶ ἐγὼ οἶδʼ αὐτὸν εἰληφότα, περὶ τούτων ἤδη ποιήσομαι τοὺς λόγους πρὸς ὑμᾶς. πρῶτον μὲν οὖν ὡς ἔχει τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, τοῦθʼ ὑμῖν ἐπιδείξω, μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων, ὡς ἂν δύνωμαι διὰ βραχυτάτων.

27.13οὗτος γὰρ εὐθὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον ᾤκει τὴν οἰκίαν εἰσελθὼν κατὰ τὴν ἐκείνου διαθήκην, καὶ λαμβάνει τά τε χρυσία τῆς μητρὸς καὶ τὰ ἐκπώματα τὰ καταλειφθέντα. καὶ ταῦτα μὲν ὡς εἰς πεντήκοντα μνᾶς εἶχεν, ἔτι δὲ τῶν ἀνδραπόδων τῶν πιπρασκομένων παρά τε Θηριππίδου καὶ Δημοφῶντος τὰς τιμὰς ἐλάμβανεν, ἕως ἀνεπληρώσατο τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς. 27.14καὶ ἐπειδὴ εἶχεν, ἐκπλεῖν μέλλων εἰς Κέρκυραν τριήραρχος, ἀπέγραψε ταῦτα πρὸς Θηριππίδην ἔχονθʼ ἑαυτὸν καὶ ὡμολόγει κεκομίσθαι τὴν προῖκα. καὶ πρῶτον μὲν τούτων Δημοφῶν καὶ Θηριππίδης, οἱ τούτου συνεπίτροποι, μάρτυρές εἰσιν· ἔτι δὲ καὶ ὡς αὐτὸς ὡμολόγει ταῦτʼ ἔχειν, Δημοχάρης θʼ Λευκονοεύς, τὴν τηθίδα τὴν ἐμὴν ἔχων, καὶ ἄλλοι πολλοὶ μάρτυρες γεγόνασιν. 27.15οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκʼ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων Δημοχάρης. οὗτος δʼ ἀκούσας οὔτʼ ἠμφεσβήτησεν μὴ ἔχειν οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλʼ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι· τοῦτʼ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστʼ ἔχειν μοι πάντα καλῶς. 27.16καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθʼ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θʼ ἑαυτὸν ἔχειν τὴν προῖκʼ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος; 27.17ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. μὴ γήμαντος δʼ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, μὲν νόμος κελεύει τὴν προῖκʼ ὀφείλειν ἐπʼ ἐννέʼ ὀβολοῖς, ἐγὼ δʼ ἐπὶ δραχμῇ μόνον τίθημι. γίγνεται δʼ, ἐάν τις συντιθῇ τό τʼ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα. 27.18καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατʼ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. ἐμοὶ δʼ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπʼ αὐτῶν τὴν πρόσοδον· ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε. 27.19Θηριππίδης μὲν οὖν ἕπτʼ ἔτη τῶν ἀνδραπόδων ἐπιμεληθεὶς ἕνδεκα μνᾶς τοῦ ἐνιαυτοῦ ἀπέφηνε, τέτταρσι μναῖς καθʼ ἕκαστον ἐνιαυτὸν ἔλαττον ὅσον προσῆκε λογιζόμενος. οὗτος δὲ δύʼ ἔτη τὰ πρῶτʼ ἐπιμεληθεὶς οὐδʼ ὁτιοῦν ἀποδείκνυσιν, ἀλλʼ ἐνίοτε μέν φησιν ἀργῆσαι τὸ ἐργαστήριον, ἐνίοτε δʼ ὡς αὐτὸς μὲν οὐκ ἐπεμελήθη τούτων, δʼ ἐπίτροπος Μιλύας, ἀπελεύθερος ἡμέτερος, διῴκησεν αὐτά, καὶ παρʼ ἐκείνου μοι προσήκει λόγον λαβεῖν. ἂν οὖν καὶ νῦν εἴπῃ τινὰ τούτων τῶν λόγων, ῥᾳδίως ἐξελεγχθήσεται ψευδόμενος. 27.20ἂν μὲν οὖν ἀργὸν φῇ γενέσθαι, λόγον αὐτὸς ἀπενήνοχεν ἀναλωμάτων οὐκ εἰς σιτία τοῖς ἀνθρώποις, ἀλλʼ εἰς ἔργα, τὸν εἰς τὴν τέχνην ἐλέφαντα καὶ μαχαιρῶν λαβὰς καὶ ἄλλας ἐπισκευάς, ὡς ἐργαζομένων τῶν δημιουργῶν. ἔτι δὲ Θηριππίδῃ τριῶν ἀνδραπόδων, ἦν αὐτῷ ἐν τῷ ἐμῷ ἐργαστηρίῳ, μισθὸν ἀποδεδωκέναι λογίζεται. καίτοι μὴ γενομένης ἐργασίας οὔτʼ ἐκείνῳ λαβεῖν μισθὸν οὔτʼ ἐμοὶ τὰ ἀναλώματα ταῦτα λογισθῆναι προσῆκεν. 27.21εἰ δʼ αὖ γενέσθαι μὲν φήσει, τῶν δʼ ἔργων ἀπρασίαν εἶναι, δεῖ δήπου τά γʼ ἔργʼ αὐτὸν ἀποδεδωκότα μοι φαίνεσθαι, καὶ ὧν ἐναντίον ἀπέδωκε παρασχέσθαι μάρτυρας. εἰ δὲ μηδὲν τούτων πεποίηκεν, πῶς οὐκ ἔχει τὴν πρόσοδον δυοῖν ἐτοῖν τὴν ἐκ τοῦ ἐργαστηρίου, τὰς τριάκοντα μνᾶς, φανερῶς οὕτως τῶν ἔργων γεγενημένων; 27.22εἰ δʼ αὖ τούτων μὲν μηδὲν ἐρεῖ, Μιλύαν δʼ αὐτὰ φήσει πάντα διῳκηκέναι, πῶς χρὴ πιστεύειν, ὅταν φῇ τὰ μὲν ἀναλώματʼ αὐτὸς ἀνηλωκέναι, πλέον πεντακοσίας δραχμάς, λῆμμα δʼ εἴ τι γέγονεν, ἐκεῖνον ἔχειν; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον ἂν γενέσθαι τούτων, εἰ καὶ Μιλύας αὐτῶν ἐπεμελεῖτο, τὰ μὲν ἀναλώματʼ ἐκεῖνος ἀναλῶσαι, τὰ δὲ λήμμαθʼ οὗτος λαβεῖν, εἴ τι δεῖ τεκμαίρεσθαι πρὸς τὸν ἄλλον αὐτοῦ τρόπον καὶ τὴν ἀναίδειαν. λάβʼ οὖν τὰς μαρτυρίας ταύτας, καὶ ἀνάγνωθʼ αὐτοῖς.Μαρτυρίαι

27.23ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει. καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις. δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον. 27.24πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν πατήρ, ἀφανίζουσι δʼ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δʼ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μʼ ἀποστεροῦσι. τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρʼ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν· αὐτοὶ δὲ λῆμμα μὲν παρʼ αὐτῶν ἐν δέκʼ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλʼ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας· εἰς τοῦτʼ ἀναιδείας ἐλήλυθεν. 27.25αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας. τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν λαβών, πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, τίς ἀφείλετο, πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν. 27.26καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.Μαρτυρίαι

27.27ὅτι τοίνυν οὐκ ἄπορος ἦν Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν. 27.28καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.Μαρτυρία

27.29σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον. ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι. ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν; ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.

27.30καὶ μήν, ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν. καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν· τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων; 27.31τὸν τοίνυν πλέον πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν. 27.32ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις. 27.33καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων; λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς.Μαρτυρίαι

τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.

27.34ἔτι τοίνυν, ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ὀκτὼ τάλαντʼ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δʼ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τʼ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσʼ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵνʼ εἰδῆθʼ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματʼ αὐτῶν ἐστίν. 27.35λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς. τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ. τούτου τοίνυν μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, πρόσοδος ἀπὸ τῶν ἀνδραπόδων, δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα· οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας. 27.36τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων. Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν. ὥσθʼ ἑβδομήκοντα μνῶν ἐν τοῖς δέκʼ ἔτεσιν τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημʼ αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς. δʼ ἐμοὶ δοκιμασθέντι παρέδοσαν καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτʼ ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν. 27.37ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δʼ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς. ἐγὼ δʼ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδʼ ἀντειπεῖν ἔχωσιν. οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμενʼ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντʼ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτʼ ἐκ τῶν ἐμῶν. 27.38νῦν δὲ τί ποιοῦσιν; ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντʼ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. ταῦτʼ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία; ταῦτʼ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας; τί οὖν ποτʼ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα; 27.39οὗτος τοίνυν τὸ καθʼ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμʼ ἕκαστος τοῦθʼ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

27.40νομίζω τοίνυν, ἄνδρες δικασταί, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δʼ ἀκριβέστερον ἔγνωτʼ ἄν, εἴ μοι τὰς διαθήκας, ἃς πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν. ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν μήτηρ, κατέλιπεν πατὴρ πάντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι. 27.41νῦν δʼ ἀπαιτοῦντος ἐμοῦ καταλειφθῆναι μὲν ὁμολογοῦσιν, αὐτὰς δʼ οὐκ ἀποφαίνουσι. ταῦτα δὲ ποιοῦσι τό τε πλῆθος οὐ βουλόμενοι καταφανὲς ποιῆσαι τῆς οὐσίας τὸ καταλειφθέν, διηρπάκασιν οὗτοι, τάς τε δωρεὰς ἵνα μὴ δοκῶσιν ἔχειν, ὥσπερ οὐκ ἐξ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθησόμενοι ῥᾳδίως. λαβὲ δʼ αὐτοῖς τὰς μαρτυρίας ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι.Μαρτυρίαι

27.42οὗτος διαθήκην μὲν γενέσθαι φησίν, καὶ τὰ δύο τάλαντα Δημοφῶντι καὶ τὰς ὀγδοήκοντα μνᾶς τούτῳ δοθῆναι μαρτυρεῖ· τὰς δʼ ἑβδομήκοντα μνᾶς, ἃς Θηριππίδης ἔλαβεν, οὐ προσγραφῆναί φησιν, οὐδὲ τὸ πλῆθος τῆς οὐσίας τὸ καταλειφθέν, οὐδὲ τὸν οἶκον ὅπως μισθώσουσιν· οὐ γὰρ αὐτῷ συμφέρει προσομολογῆσαι ταῦτα. λαβὲ δὴ τὴν τούτου ἀπόκρισιν.Μαρτυρία

27.43οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησίν, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ἐκεῖνος οὔ φησιν, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δʼ αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν. τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδʼ οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα. 27.44δῆλον τοίνυν ἐστὸν οὐδὲν ἧττον τὸ πλῆθος τῶν καταλειφθέντων, καίπερ ἀφανιζόντων τούτων τὴν οὐσίαν ἐκ τῶν διαθηκῶν, ἐξ ὧν τοσαῦτα χρήματʼ ἀλλήλοις φασὶ δοθῆναι. ὅστις γὰρ ἐκ τεττάρων ταλάντων καὶ τρισχιλίων τοῖς μὲν τρία τάλαντα καὶ δισχιλίας προῖκα δέδωκεν, τῷ δʼ ἑβδομήκοντα μνᾶς καρποῦσθαι, φανερὸν δήπου πᾶσιν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν. 27.45οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητʼ ἐβούλετο καταλιπεῖν, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τοσοῦτον ἀργύριον καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρʼ ὑμῶν τυγχάνοιεν, εἰ τοσούτων ἀξιωθέντες τοιαῦτʼ εἰς ἡμᾶς ἐξαμαρτάνοιεν. 27.46οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται. λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

27.47πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων; τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα, 27.48τῶν δʼ ἄλλων τὰ μὲν πεπρακότα καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δʼ ὡς ἑαυτὸν λαβόντα καὶ ταῦτʼ ἠφανικότα, ἔτι δὲ παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, τἄλλʼ οὕτω πάντα διῳκηκότα, ὡς οὐδʼ ἂν οἱ ἔχθιστοι διοικήσειαν; ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν.

27.49ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ λέγειν, ὡς ἀπὸ τῶν χρημάτων χρέα τε πάμπολλʼ ἐκτέτεικεν ὑπὲρ ἐμοῦ Δημοφῶντι καὶ Θηριππίδῃ τοῖς συνεπιτρόποις, καὶ ὡς πολλὰ τῶν ἐμῶν λάβοιεν, οὐδέτερʼ ἔχων ἐπιδεικνύναι τούτων. οὔτε γὰρ ὡς ὀφείλοντά με κατέλιπεν πατὴρ ἐν τοῖς γράμμασιν ἀπέφηνεν, οὐδʼ οἷς ἀποδεδωκέναι ταῦτʼ ἔφη παρέσχηται μάρτυρας, οὔτʼ αὖ τὸν ἀριθμὸν τῶν χρημάτων εἰς τοὺς συνεπιτρόπους ἐπανέφερεν ὅσον αὐτὸς φαίνεται λαβών, ἀλλὰ πολλοῖς ἐλάττω χρήμασιν. 27.50ἐρωτηθεὶς δʼ ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθʼ ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν τἀρχαῖʼ ἀναλίσκων διῴκηκεν, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτʼ ἀπεκρίνατʼ οὐδέν, προὐκαλεῖτο δʼ ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν. 27.51κελεύοντος δʼ ἐμοῦ πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτʼ οὐκ ἐπέδειξεν, οὐδʼ ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δʼ ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν. ἂν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτʼ αὐτόν, καὶ καθʼ ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε. 27.52ἐὰν δʼ εἶναί μοι φῇ τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρʼ ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δʼ οὐδὲν μᾶλλον ἀποφαίνων. ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτʼ ἔχοντʼ ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντʼ ἐπιδείξω. ὥστʼ οὐ τοῦτʼ αὐτῷ λεκτέον, ἀλλʼ ὡς αὐτὸς οἱ συνεπίτροποι παρέδοσαν. εἰ δὲ μὴ τοῦτʼ ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν; οὐδὲν γὰρ μᾶλλον ἔχοντά μʼ ἐπιδείκνυσι.

27.53πολλὰ τοίνυν ἀπορηθεὶς πρὸς τῷ διαιτητῇ περὶ πάντων τούτων, καὶ καθʼ ἕκαστον ἐξελεγχόμενος ὥσπερ νυνὶ παρʼ ὑμῖν, ἐτόλμησε ψεύσασθαι πάντων δεινότατον, ὡς τέτταρά μοι τάλανθʼ πατὴρ κατέλιπε κατορωρυγμένα καὶ τούτων κυρίαν τὴν μητέρʼ ἐποίησεν. ταῦτα δʼ εἶπεν, ἵνʼ εἰ μὲν καὶ νῦν προσδοκήσαιμʼ αὐτὸν ἐρεῖν, ἀπολογούμενος περὶ αὐτῶν διατρίβοιμι, δέον ἕτερά μʼ αὐτοῦ κατηγορεῖν πρὸς ὑμᾶς· εἰ δʼ ὡς οὐ ῥηθησομένων παραλίποιμι, νῦν αὐτὸς εἴποι, ἵνα δοκῶν εἶναι πλούσιος ἧττον ὑφʼ ὑμῶν ἐλεοίμην. 27.54καὶ μαρτυρίαν μὲν οὐδεμίαν ἐνεβάλετο τούτων ταῦτʼ εἰπεῖν ἀξιώσας, ψιλῷ δὲ λόγῳ χρησάμενος ὡς πιστευθησόμενος διʼ ἐκείνων. καὶ ὅταν μὲν ἔρηταί τις αὐτόν, εἰς τί τῶν ἐμῶν τοσαῦτα χρήματʼ ἀνήλωκεν, χρέα φησὶν ὑπὲρ ἐμοῦ ἐκτετεικέναι καὶ πένητʼ ἐνταυθοῖ ζητεῖ ποιεῖν· ὅταν δὲ βούληται, πλούσιον ὡς ἔοικεν, εἴπερ γε καὶ τοσοῦτον ἐκεῖνος ἀργύριον οἴκοι κατέλιπεν. ὡς δʼ οὐκ ἀληθῆ λέγειν οἷόν τʼ αὐτόν, ἀλλʼ ἀδύνατόν τι γενέσθαι τούτων, ἐκ πολλῶν ῥᾴδιον μαθεῖν. 27.55εἰ μὲν γὰρ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν οὔτʼ ἂν ταῦθʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμένʼ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντʼ ἐπιτρόπους καταστήσειν. εἰ δʼ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν. οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δʼ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν. 27.56ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον; 27.57 τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστιν ταῦτʼ, ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δʼ, ἵνʼ ἧττον ἐλεηθῶ παρʼ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.

27.58πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας. τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους. λαβὲ τοὺς νόμους καὶ ἀνάγνωθι.Νόμοι

κατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα καὶ πλέον ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθʼ ὑμῶν τινὲς εἶδον· Θεογένης γὰρ Προβαλίσιος, μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματʼ ἐξηρίθμησεν. 27.59ἐμοὶ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκʼ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτʼ αὐτόν. εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ ἐμοὶ πάντʼ ἀποδεδομένα. εἰ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδʼ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, δὲ καὶ πρὸς ὀφείλοντά μʼ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; οὐδαμῶς δήπουθεν.

27.60τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσʼ ἐξ αὐτῶν περιεγίγνετο, 27.61ταῦτα προσπεριποιεῖν, τὴν δʼ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτριʼ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δʼ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δʼ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο. 27.62λαβόντες δὲ καὶ τἄλλʼ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες. καὶ οὐδʼ αἰσχύνονται ταῦτα τολμῶντες. 27.63καίτοι τί ποτʼ ἂν ἔπαθον ὑπʼ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην; οὐκ ἂν ἔχοιεν εἰπεῖν. ὅπου γὰρ δέκʼ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν; δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπʼ αὐτῶν, οὐδʼ ἂν τὰ μικρὰ ταῦτα παρʼ αὐτῶν ἀπέλαβον. εἰ γὰρ ἐκεῖνʼ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλʼ παρʼ αὑτῶν ἄν μʼ ἔτρεφον τῷ λιμῷ περιεῖδον ἀπολόμενον. 27.64καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστʼ ἀξιοῦσθαι λῃτουργεῖν, δʼ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας; τίνας δʼ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν; οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δʼ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθʼ ὑφʼ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι; 27.65καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντʼ ἀφείλεσθε, ἀλλʼ γυναῖκας παιδίʼ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρʼ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτʼ εἰς ἡμᾶς ὑβρίκασι. καὶ οὐδʼ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλʼ ὥσπερ ἔχθιστοί τινες, ἀλλʼ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν. 27.66ἀλλʼ ἐγὼ μὲν πάντων ταλαιπωρότατος πρὸς ἀμφότερʼ ἀπορῶ, ταύτην θʼ ὅπως ἐκδῶ καὶ τἄλλʼ ὁπόθεν διοικῶ. προσεπίκειται δʼ πόλις ἀξιοῦσʼ εἰσφέρειν, δικαίως· οὐσίαν γὰρ ἱκανὴν πρὸς ταῦτα κατέλιπέν μοι πατήρ. τὰ δὲ χρήματα τὰ καταλειφθένθʼ οὗτοι πάντʼ εἰλήφασιν. 27.67καὶ νῦν κομίσασθαι τἀμαυτοῦ ζητῶν εἰς κίνδυνον καθέστηκα τὸν μέγιστον. ἂν γὰρ ἀποφύγῃ μʼ οὗτος, μὴ γένοιτο, τὴν ἐπωβελίαν ὀφλήσω μνᾶς ἑκατόν. καὶ τούτῳ μέν, ἐὰν καταψηφίσησθε, τιμητόν, κοὐκ ἐκ τῶν ἑαυτοῦ χρημάτων, ἀλλʼ ἐκ τῶν ἐμῶν ποιήσεται τὴν ἔκτεισιν· ἐμοὶ δʼ ἀτίμητον τοῦτʼ ἔστιν, ὥστʼ οὐ μόνον ἔσομαι τῶν πατρῴων ἀπεστερημένος, ἀλλὰ καὶ πρὸς ἠτιμωμένος, ἂν μὴ νῦν ἡμᾶς ὑμεῖς ἐλεήσητε. 27.68δέομαι οὖν ὑμῶν, ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, μνησθέντας καὶ τῶν νόμων καὶ τῶν ὅρκων οὓς ὀμόσαντες δικάζετε, βοηθῆσαι ἡμῖν τὰ δίκαια, καὶ μὴ περὶ πλείονος τὰς τούτου δεήσεις τὰς ἡμετέρας ποιήσασθαι. δίκαιοι δʼ ἔστʼ ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παραλόγως δυστυχοῦντας, οὐδὲ τοὺς ὠμῶς οὕτως τἀλλότριʼ ἀποστεροῦντας, ἀλλʼ ἡμᾶς τοὺς πολὺν χρόνον ὧν πατὴρ ἡμῖν κατέλιπεν στερομένους καὶ πρὸς ὑπὸ τούτων ὑβριζομένους καὶ νῦν περὶ ἀτιμίας κινδυνεύοντας. 27.69μέγα δʼ ἂν οἶμαι στενάξαι τὸν πατέρʼ ἡμῶν, εἰ αἴσθοιτο τῶν προικῶν καὶ τῶν δωρεῶν ὧν αὐτὸς τούτοις ἔδωκεν, ὑπὲρ τούτων τῆς ἐπωβελίας τὸν αὑτοῦ υἱὸν ἐμὲ κινδυνεύοντα, καὶ ἄλλους μέν τινας ἤδη τῶν πολιτῶν οὐ μόνον συγγενῶν, ἀλλὰ καὶ φίλων ἀνδρῶν ἀπορούντων θυγατέρας παρὰ σφῶν αὐτῶν ἐκδόντας, Ἄφοβον δὲ μηδʼ ἣν ἔλαβεν προῖκʼ ἐθέλοντʼ ἀποδοῦναι, καὶ ταῦτʼ ἔτει δεκάτῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 26 Dem. 27 (English) >>Dem. 28

Powered by PhiloLogic